29 ΜΑΡΤΙΟΥ - Β' ΣΤΑΣΙΣ ΧΑΙΡΕΤΙΣΜΩΝ

 ΤΗ ΥΠΕΡΜΑΧΩ ΣΤΡΑΤΗΓΩ 

 Ἦχος πλ. δ´. Αὐτόμελον.

Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια,
Ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια,
Ἀναγράφω σοι ἡ Πόλις σου Θεοτόκε.
Ἀλλ᾿ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον,
Ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον,
Ἵνα κράζω σοι· Χαῖρε, Νύμφη ἀνύμφευτε.
Β’ ΧΑΙΡΕΤΙΣΜΟΙ (Α’ ΑΚΟΛΟΥΘΙΑ)  17.30 – 18.30
Β’ ΧΑΙΡΕΤΙΣΜΟΙ  (Β’ ΑΚΟΛΟΥΘΙΑ)  19.30 – 20.30

ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΑ

κουσαν οἱ Ποιμένες, τῶν Ἀγγέλων ὑμνούντων, τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν· καὶ δραμόντες ὡς πρὸς ποιμένα, θεωροῦσι τοῦτον ὡς ἀμνὸν ἄμωμον, ἐν τῇ γαστρὶ Μαρίας βοσκηθέντα, ἣν ὑμνοῦντες, εἶπον·
Χαῖρε, ἀμνοῦ καὶ ποιμένος Μήτηρ· χαῖρε, αὐλὴ λογικῶν προβάτων.
Χαῖρε, ἀοράτων ἐχθρῶν ἀμυντήριον· χαῖρε, Παραδείσου θυρῶν ἀνοικτήριον.
Χαῖρε, ὅτι τὰ οὐράνια συναγάλλεται τῇ γῇ· χαῖρε, ὅτι τὰ ἐπίγεια συγχορεύει οὐρανοῖς.
Χαῖρε, τῶν Ἀποστόλων τὸ ἀσίγητον στόμα· χαῖρε, τῶν Ἀθλοφόρων τὸ ἀνίκητον θάρσος.
Χαῖρε, στεῤῥὸν τῆς Πίστεως ἔρεισμα· χαῖρε, λαμπρὸν τῆς χάριτος γνώρισμα.
Χαῖρε, δι᾿ ἧς ἐγυμνώθη ὁ ᾍδης· χαῖρε, δι᾿ ἧς ἐνεδύθημεν δόξαν.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Θεοδρόμον Ἀστέρα, θεωρήσαντες Μάγοι, τῇ τούτου ἠκολούθησαν αἴγλῃ· καὶ ὡς λύχνον κρατοῦντες αὐτόν, δι᾿ αὐτοῦ ἠρεύνων κραταιὸν Ἄνακτα· καὶ φθάσαντες τὸν ἄφθαστον, ἐχάρησαν, αὐτῷ βοῶντες· Ἀλληλούϊα.

δον παῖδες Χαλδαίων, ἐν χερσὶ τῆς Παρθένου, τὸν πλάσαντα χειρὶ τοὺς ἀνθρώπους· καὶ Δεσπότην νοοῦντες αὐτόν, εἰ καὶ δούλου ἔλαβε μορφήν, ἔσπευσαν τοῖς δώροις θεραπεῦσαι, καὶ βοῆσαι τῇ Εὐλογημένῃ·
Χαῖρε, ἀστέρος ἀδύτου Μήτηρ· χαῖρε, αὐγὴ μυστικῆς ἡμέρας.
Χαῖρε, τῆς ἀπάτης τὴν κάμινον σβέσασα· χαῖρε, τῆς Τριάδος τοὺς μύστας φωτίζουσα.
Χαῖρε, τύραννον ἀπάνθρωπον ἐκβαλοῦσα τῆς ἀρχῆς· χαῖρε, Κύριον φιλάνθρωπον ἐπιδείξασα Χριστόν.
Χαῖρε, ἡ τῆς βαρβάρου λυτρουμένη θρησκείας· χαῖρε, ἡ τοῦ βορβόρου ῥυομένη τῶν ἔργων.
Χαῖρε, πυρὸς προσκύνησιν παύσασα· χαῖρε, φλογὸς παθῶν ἀπαλλάττουσα.
Χαῖρε, πιστῶν ὁδηγὲ σωφροσύνης· χαῖρε, πασῶν γενεῶν εὐφροσύνη.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Κήρυκες θεοφόροι, γεγονότες οἱ Μάγοι, ὑπέστρεψαν εἰς τὴν Βαβυλῶνα· ἐκτελέσαντές σου τὸν χρησμόν, καὶ κηρύξαντές σε τὸν Χριστὸν ἅπασιν, ἀφέντες τὸν Ἡρώδην ὡς ληρώδη, μὴ εἰδότα ψάλλειν· Ἀλληλούϊα.

Λάμψας ἐν τῇ Αἰγύπτῳ, φωτισμὸν ἀληθείας, ἐδίωξας τοῦ ψεύδους τὸ σκότος· τὰ γὰρ εἴδωλα ταύτης Σωτήρ, μὴ ἐνέγκαντά σου τὴν ἰσχύν, πέπτωκεν· οἱ τούτων δὲ ῥυσθέντες, ἐβόων πρὸς τὴν Θεοτόκον·
Χαῖρε, ἀνόρθωσις τῶν ἀνθρώπων· χαῖρε, κατάπτωσις τῶν δαιμόνων.
Χαῖρε, τῆς ἀπάτης τὴν πλάνην πατήσασα· χαῖρε, τῶν εἰδώλων τὸν δόλον ἐλέγξασα.
Χαῖρε, θάλασσα ποντίσασα Φαραὼ τὸν νοητόν· χαῖρε, πέτρα ἡ ποτίσασα τοὺς διψῶντας τὴν ζωήν.
Χαῖρε, πύρινε στῦλε, ὁδηγῶν τοὺς ἐν σκότει· χαῖρε, σκέπη τοῦ κόσμου, πλατυτέρα νεφέλης.
Χαῖρε, τροφὴ τοῦ μάννα διάδοχε· χαῖρε, τρυφῆς ἁγίας διάκονε.
Χαῖρε, ἡ γῆ τῆς ἐπαγγελίας· χαῖρε, ἐξ ἧς ῥέει μέλι καὶ γάλα.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Μέλλοντος Συμεῶνος, τοῦ παρόντος αἰῶνος, μεθίστασθαι τοῦ ἀπατεῶνος, ἐπεδόθης ὡς βρέφος αὐτῷ, ἀλλ᾿ ἐγνώσθης τούτῳ καὶ Θεὸς τέλειος· διό περ ἐξεπλάγη, σοῦ τὴν ἄῤῥητον σοφίαν, κράζων· Ἀλληλούϊα.

ΤΟ ΚΡΥΦΟ ΣΧΟΛΕΙΟ

  



Ἀπ᾿ ἔξω μαυροφόρ᾿ ἀπελπισιά,
πικρῆς σκλαβιᾶς χειροπιαστὸ σκοτάδι,
καὶ μέσα στὴ θολόκτιστη ἐκκλησιά,
στὴν ἐκκλησιά, ποὺ παίρνει κάθε βράδυ
τὴν ὄψη τοῦ σχολειοῦ,
τὸ φοβισμένο φῶς τοῦ καντηλιοῦ
τρεμάμενο τὰ ὀνείρατα ἀναδεύει,
καὶ γύρω τὰ σκλαβόπουλα μαζεύει.


Ἐκεῖ καταδιωγμένη κατοικεῖ
τοῦ σκλάβου ἡ ἁλυσόδετη πατρίδα,
βραχνὰ ὁ παπάς, ὁ δάσκαλος ἐκεῖ
θεριεύει τὴν ἀποσταμένη ἐλπίδα
μὲ λόγια μαγικά,
ἐκεῖ ἡ ψυχὴ πικρότερο ἀγροικὰ
τὸν πόνο τῆς σκλαβιᾶς της, ἐκεῖ βλέπει
τί ἔχασε, τί ἔχει, τί τῆς πρέπει.


Κι ἀπ᾿ τὴν εἰκόνα τοῦ Χριστοῦ ψηλά,
ποῦ ἐβούβανε τὰ στόματα τῶν πλάνων,
καὶ ρίχνει καὶ συντρίβει καὶ κυλᾶ
στὴν ἄβυσσο τοὺς θρόνους τῶν τυράννων,
κι ἀπὸ τὴ σιγαλιά,
ποῦ δένει στὸ λαιμὸ πνιγμοῦ θηλιά,
κι ἀπ᾿ τῶν προγόνων τ᾿ ἄφθαρτα βιβλία,
ποῦ δείχνουν τὰ πανάρχαια μεγαλεῖα,

ἕνας ψαλμὸς ἀκούγεται βαθὺς
σὰ μελῳδίες ἑνὸς κόσμου ἄλλου,
κι ἀνατριχιάζει ἀκούοντας καθεὶς
προφητικὰ τὰ λόγια του δασκάλου
μὲ μία φωνὴ βαριά.


«Μὴ σκιάζεστε στὰ σκότη! Ἡ λευτεριὰ
σὰν τῆς αὐγῆς τὸ φεγγοβόλο ἀστέρι
τῆς νύχτας τὸ ξημέρωμα θὰ φέρει».



Ἰωάννης Πολέμης
 

 

ΖΗΤΩ Η 25η ΜΑΡΤΙΟΥ 1821

 
25 ΜΑΡΤΙΟΥ
Ο ΕΥΑΓΓΕΛΙΣΜΟΣ ΤΗΣ  ΥΠΕΡΑΓΙΑΣ 
ΘΕΟΤΟΚΟΥ
ΕΘΝΙΚΗ ΕΟΡΤΗ



Ο Εὐαγγελισμὸς τῆς Θεοτόκου

Ο Εὐαγγελισμὸς τῆς Ὑπεραγίας Θεοτόκου
Ἀπολυτίκιον. Ἦχος δ’.
Σήμερον τῆς σωτηρίας ἡμῶν τὸ κεφάλαιον, καὶ τοῦ ἀπ' αἰῶνος μυστηρίου ἡ φανέρωσις· ὁ Υἷός του Θεοῦ, υἱὸς τῆς Παρθένου γίνεται, καὶ Γαβριὴλ τὴν χάριν εὐαγγελίζεται. Διὸ καὶ ἡμεῖς σὺν αὐτῷ, τῇ Θεοτόκῳ βοήσωμεν· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετά σοῦ.

Ἡ λειτουργικὴ παράδοση καὶ ἡ Ὀρθόδοξη πνευματικότητα τοποθετοῦν σὲ ἰδιαίτερη θέση τὴν σημερινὴ ἑορτὴ τοῦ Εὐαγγελισμοῦ τῆς Θεοτόκου. Καὶ εἶναι ἀλήθεια ὅτι οἱ θεομητορικὲς ἑορτὲς πλουτίζουν τὴν λειτουργική μας ζωή, γιατί ὁ Λόγος τοῦ Θεοῦ πάντοτε ἀτενίζει μὲ ἰδιαίτερη ἀγάπη καὶ σεβασμὸ τὴν μεσίτρια τοῦ οὐρανοῦ. Οἱ θεολογικοὶ λόγοι καὶ ὕμνοι στὴν Κυρία Θεοτόκο εἶναι σὲ τελευταία ἀνάλυση δοξολογία στὸν Λόγο τοῦ Θεοῦ, ποὺ ἔγινε ἄνθρωπος γιὰ τὴν σωτηρία τοῦ ἀνθρώπινου γένους.

Τὸ μόνο ὄνομα τῆς Θεοτόκου, Μητέρα τοῦ Θεοῦ, περιέχει ὅλο τὸ μυστήριο τῆς οἰκονομίας τῆς σωτηρίας, λέγει ὁ Ἅγιος Ἰωάννης ὁ Δαμασκηνός. Ἀποδεικνύεται ἔτσι ὅτι ἡ Μητέρα τοῦ Χριστοῦ ἀποκαλύπτεται στοὺς πιστοὺς ὡς ἡ κατ’ ἐξοχὴν μάρτυς τοῦ γεγονότος, πὼς ὁ Θεὸς προσέλαβε πραγματικὰ τὴν ἀνθρώπινη φύση, στὴν ὁποία ἄνοιξε τὸν δρόμο τῆς σωτηρίας. Σωτηρία ποὺ ἀποβαίνει πραγματικότητα καὶ γεγονὸς ποὺ σημαίνει τὴν ἔλευση τῆς Βασιλείας τοῦ Θεοῦ. Σὲ μία ὁμιλία του ὁ Βασίλειος Σελευκείας σημειώνει χαρακτηριστικά: «Θεοτόκος ἐστί τε καὶ λέγεται. Ἄρα τίς ἐστι ταύτης ὑψηλοτέρα ὑπόθεσης;… ὡς γὰρ οὐκ ἔστιν εὔκολον νοεῖν τε καὶ φράζειν Θεόν, μᾶλλον δὲ καθάπαξ ἀδύνατον, οὕτως τὸ μέγα τῆς Θεοτόκου μυστήριον, καὶ διανοίας καὶ γλώττης ἐστὶν ἀνώτερον. Ἐπεὶ οὖν Θεὸν σαρκωθέντα τεκοῦσα Θεοτόκος ὀνομάζεται».

Τὸ πρόσωπο τῆς Θεοτόκου δὲν νοεῖται ἀνεξάρτητα ἀπὸ τὸ ἀνθρώπινο γένος. Ἡ Θεοτόκος εἶναι ὁ ὑγιὴς καρπὸς τῆς ἀνθρώπινης φύσεως καὶ ἡ καλύτερη προσφορὰ τῶν ἀνθρώπων στὸν Χριστό. Στὴν προσφορὰ ὅλης τῆς κτίσεως συμμετέχουμε καὶ ἐμεῖς μὲ τὴν Παναγία. Ὁ ἁγιογράφος, ὅταν ἁγιογραφεῖ στὴν κόγχη τοῦ Ἱεροῦ Βήματος τὴν Πλατυτέρα, δὲν θέλει νὰ εἰκονίσει μόνο τὴν Παναγία, ἀλλὰ ὅλη τὴν Ἐκκλησία ποὺ ἔχει κέντρο της τὸν Χριστό. Ἡ Παναγία ἔγινε Ἐκκλησία καὶ γέννησε τὴν Ἐκκλησία. Ὁ Ἅγιος Γρηγόριος ὁ Θεολόγος λέγει ὅτι ὁ Κύριος «ἐνανθρωπήσας σάρκα Ἐκκλησίας προσέλαβε». Εἶναι δὲ χαρακτηριστικὸ ὅτι ὁ Ἅγιος Κύριλλος Ἱεροσολύμων συνδέει τὸ πρόσωπο τῆς Θεοτόκου μὲ τὴν ἔννοια τῆς Ἐκκλησίας, γι’ αὐτὸ λέγει: «ὑμνοῦμεν τὴν ἀειπάρθενον Μαρίαν, δηλονότι τὴν ἁγίαν Ἐκκλησίαν».

Ἡ ἀναφορά, λοιπόν, στὴν Παρθένο Μαρία ὑπενθυμίζει τὴν χαρὰ τῆς λυτρώσεως τοῦ ἀνθρώπου ἀπὸ τὸν Χριστό, γιατί ἐκείνη ὑπηρέτησε πιστὰ τὸ μυστήριο τῆς σωτηρίας μας. Ἡ ἁγνὴ καὶ ἄσπιλη Παρθένος, ἡ πιστὴ καὶ ταπεινὴ κόρη τῆς Βηθλεέμ, μπροστὰ στὰ μάτια τοῦ Θεοῦ εὑρέθηκε ὡς «ἡ μόνη ἐν γυναιξὶ εὐλογημένη καὶ καλή». Αὐτὴν διάλεξε ὁ Οὐράνιος ὅταν ἦλθε τὸ πλήρωμα τοῦ χρόνου καὶ «ὁ Λόγος σὰρξ ἐγένετο».

ΤΟ ΕΥΑΓΓΕΛΙΟΝ ΤΗΣ ΚΥΡΙΑΚΗΣ

Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 24 Μαρτίου 2024
Τῆς Ὀρθοδοξίας (Α΄ Νηστειῶν )
 (Ἰω. α΄ 44-52)
<< Τῷ καιρῷ ἐκείνῳ, ἠθέλησεν ὁ ᾿Ιησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν· καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ· ἀκολούθει μοι. ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου. εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν, ᾿Ιησοῦν τὸν υἱὸν τοῦ ᾿Ιωσὴφ τὸν ἀπὸ Ναζαρέτ. καὶ εἶπεν αὐτῷ Ναθαναήλ· ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος· ἔρχου καὶ ἴδε. εἶδεν ὁ ᾿Ιησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· ἴδε ἀληθῶς ᾿Ισραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστι. λέγει αὐτῷ Ναθαναήλ· πόθεν με γινώσκεις; ἀπεκρίθη ᾿Ιησοῦς καὶ εἶπεν αὐτῷ· πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. ἀπεκρίθη Ναθαναὴλ καὶ λέγει αὐτῷ· ραββί, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ ᾿Ισραήλ. ἀπεκρίθη ᾿Ιησοῦς καὶ εἶπεν αὐτῷ· ὅτι εἶπόν σοι, εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζω τούτων ὄψει. καὶ λέγει αὐτῷ· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἀπ᾿ ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου. >>

1. Κυριακὴ τῆς Ὀρθοδοξίας
Γιορτάζουμε σήμερα τὴν Πίστη μας, τὴν Ὀρθοδοξία. Μὲ ἀφορμὴ τὴ νίκη τῆς Ἐκκλησίας ἐναντίον τῶν εἰκονομάχων πανηγυρίζουμε τὸν θρίαμβο τῆς Ὀρθοδοξίας ἐναντίον ὅλων τῶν ἐχθρῶν της, διωκτῶν, αἱρετικῶν, ἀθέων… Διακηρύξαμε σήμερα τὴ σταθερὴ προσήλωσή μας στὴν Ὀρθόδοξη Πίστη τῶν Πατέρων μας. Ὁμολογήσαμε ὅτι ὅπως ἀποκαλύφθηκε ἡ πίστη ἀπὸ τὸν Κύριο Ἰησοῦ Χριστὸ καὶ διδάχθηκε ἀπὸ τοὺς ἁγίους Ἀποστόλους καὶ ἑρμηνεύθηκε καὶ ἀναλύθηκε ἀπὸ τοὺς ἁγίους Πατέρες, «οὕτω λαλοῦμεν, οὕτω φρονοῦμεν, οὕτω πιστεύομεν…»· ἔτσι λαλοῦμε, αὐτὸ εἶναι τὸ φρόνημά μας, αὐτὰ πιστεύουμε· χωρὶς νὰ προσθέτουμε τίποτε, χωρὶς νὰ ἀφαιροῦμε τίποτε ἀπολύτως…